Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.93 Joseph. AJ 6.97 (English) >>Joseph. AJ 6.101

6.95

Οὗτος δʼ ἐπιλέξας ἐκ τοῦ πλήθους ὡς τρισχιλίους τοὺς μὲν δισχιλίους ὥστε σωματοφυλακεῖν αὐτὸν λαβὼν αὐτὸς διέτριβεν ἐν πόλει Βεθήβῳ, Ἰωνάθῃ δὲ τῷ παιδὶ τοὺς λοιποὺς δοὺς ὥστε σωματοφυλακεῖν αὐτὸν εἰς Γεβὰλ ἔπεμψεν. δʼ ἐκπολιορκεῖ τι φρούριον τῶν Παλαιστίνων οὐ πόρρω Γεβάλων. 6.96οἱ γὰρ Παλαιστῖνοι καταστρεφόμενοι τοὺς Ἰουδαίους τά τε ὅπλα αὐτοὺς ἀφῃροῦντο καὶ τοὺς ὀχυρωτάτους τῆς χώρας τόπους φρουραῖς κατελαμβάνοντο καὶ σιδηροφορεῖν χρῆσθαί τε καθάπαξ ἀπηγόρευον σιδήρῳ, καὶ διὰ ταύτην τὴν πρόρρησιν οἱ γεωργοὶ, εἴποτε δεήσειʼ αὐτοὺς ἐπισκευάσαι τι τῶν ἐργαλείων, ὕνιν δίκελλαν ἄλλο τι τῶν εἰς γεωργίαν χρησίμων, φοιτῶντες εἰς τοὺς Παλαιστίνους ταῦτα ἔπραττον. 6.97ὡς δὲ ἠκούσθη τοῖς Παλαιστίνοις τῆς φρουρᾶς ἀναίρεσις ἀγανακτήσαντες καὶ δεινὴν ὕβριν τὴν καταφρόνησιν ἡγησάμενοι στρατεύουσιν ἐπὶ τοὺς Ἰουδαίους πεζῶν μὲν τριάκοντα μυριάσιν ἅρμασι δὲ τρισμυρίοις, ἵππον δὲ ἑξακισχιλίαν ἐπήγοντο· 6.98καὶ στρατοπεδευσαμένων πρὸς πόλει Μαχμὰ τοῦτο Σαοῦλος τῶν Ἰουδαίων βασιλεὺς μαθὼν εἰς Γάλγαλα καταβαίνει πόλιν καὶ διὰ πάσης κηρύσσει τῆς χώρας ἐπʼ ἐλευθερίᾳ καλῶν τὸν λαὸν ἐπὶ τὸν πόλεμον τὸν πρὸς Παλαιστίνους, τὴν δύναμιν ἐκφαυλίζων αὐτῶν καὶ διασύρων ὡς οὐκ ἀξιόλογον οὐδʼ ὥστε φοβεῖσθαι διακινδυνεύειν πρὸς αὐτούς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.93 Joseph. AJ 6.97 (English) >>Joseph. AJ 6.101

Powered by PhiloLogic